Ancient Greek · ~1 min
Section 27
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 27
Not analysed yet
ταῦτʼ εὖ οἶδʼ ὅτι πάντʼ ἂν ἔλεγεν οὗτος τότε. φεύγοντος μὲν γάρ, οἶμαι, καὶ ἠδικηκότος ἐστὶ τὸ τὸν παρόντα τρόπον τοῦ δοῦναι δίκην διακρουόμενον τὸν οὐκ ὄνθʼ ὡς ἔδει γενέσθαι λέγειν, δικαστῶν δέ γε σωφρόνων τούτοις τε μὴ προσέχειν καὶ ὃν ἂν λάβωσιν ἀσελγαίνοντα κολάζειν.