Ancient Greek · ~1 min
Section 29
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 29
Not analysed yet
οἶδα τοίνυν ὅτι καὶ τούτῳ πολλῷ χρήσεται τῷ λόγῳ μή με Δημοσθένει παραδῶτε, μηδὲ διὰ Δημοσθένην μʼ ἀνέλητε. ὅτι τούτῳ πολεμῶ, διὰ τοῦτό μʼ ἀναιρήσετε; τὰ τοιαῦτα πολλάκις οἶδʼ ὅτι φθέγξεται, βουλόμενος φθόνον τινʼ ἐμοὶ διὰ τούτων τῶν λόγων συνάγειν.