Ancient Greek · ~1 min
Section 3
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 3
Not analysed yet
οὕτω δὲ τούτων ἐχόντων, ὅσα μὲν παρʼ ἐμοῦ προσῆκε φυλαχθῆναι, πάντα δικαίως ὑμῖν τετήρηται, καὶ κατηγορήσων, ἐπειδή τις εἰσάγει, πάρειμι, ὡς ὁρᾶτε, πολλὰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, χρήματα, ἐξόν μοι λαβεῖν ὥστε μὴ κατηγορεῖν, οὐ λαβών, πολλὰς δὲ δεήσεις καὶ χάριτας καὶ νὴ Δίʼ ἀπειλὰς ὑπομείνας.