Ancient Greek · ~1 min
Section 39
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 39
Not analysed yet
καὶ μὴν οὐδὲ τῶν πεπραγμένων ἐμοὶ καὶ τούτοις οὐδὲν ὅμοιον ὁρῶ. πρῶτον μὲν γὰρ ὁ θεσμοθέτης οὐχ ὑπὲρ ὑμῶν οὐδὲ τῶν νόμων φροντίσας οὐδʼ ἀγανακτήσας φανήσεται, ἀλλʼ ἰδίᾳ πεισθεὶς ὁπόσῳ δήποτʼ ἀργυρίῳ καθυφεὶς τὸν ἀγῶνα· ἔπειθʼ ὁ πληγεὶς ἐκεῖνος ὑπὸ τοῦ Πολυζήλου, ταὐτὸ τοῦτο, ἰδίᾳ διαλυσάμενος, ἐρρῶσθαι πολλὰ τοῖς νόμοις εἰπὼν καὶ ὑμῖν, οὐδʼ εἰσήγαγε τὸν Πολύζηλον.