Ancient Greek
Section 42
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 42
Not analysed yet
ἀλλὰ μὴν ὁπηνίκα καὶ πεποιηκὼς ἃ κατηγορῶ καὶ ὕβρει πεποιηκὼς φαίνεται, τοὺς νόμους ἤδη δεῖ σκοπεῖν, ὦ ἄνδρες δικασταί· κατὰ γὰρ τούτους δικάσειν ὀμωμόκατε. καὶ θεωρεῖθʼ ὅσῳ μείζονος ὀργῆς καὶ ζημίας ἀξιοῦσι τοὺς ἑκουσίως καὶ διʼ ὕβριν πλημμελοῦντας τῶν ἄλλως πως ἐξαμαρτανόντων.