Ancient Greek · ~1 min
Section 57
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 57
Not analysed yet
εἶτα τὸν μὲν χορευτὴν οὐδʼ ὁ προσκαλέσας κατὰ τὸν νόμον ἀζήμιος ἔσται, τὸν δὲ χορηγὸν οὐδʼ ὁ συγκόψας παρὰ πάντας τοὺς νόμους οὕτω φανερῶς δώσει δίκην; ἀλλὰ μὴν οὐδέν ἐστʼ ὄφελος καλῶς καὶ φιλανθρώπως τοὺς νόμους ὑπὲρ τῶν πολλῶν κεῖσθαι, εἰ τοῖς ἀπειθοῦσι καὶ βιαζομένοις αὐτοὺς ἡ παρʼ ὑμῶν ὀργὴ τῶν ἀεὶ κυρίων μὴ γενήσεται.