Ancient Greek
Section 6
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 6
Not analysed yet
καὶ αὐτὸς πληγὰς εἰληφὼς καὶ ὑβρισμένος οἷʼ οὐκ οἶδʼ εἴ τις ἄλλος πώποτε χορηγὸς ὑβρίσθη, ἣν ὑπὲρ τούτων ἀγανακτήσας καὶ συνοργισθεὶς καταχειροτονίαν ὁ δῆμος ἐποιήσατο, ταύτην εἰσέρχομαι, οὐκ ὀκνήσω καὶ δεῖσθαι. εἰ γὰρ οἷόν τε τοῦτʼ εἰπεῖν, ἐγὼ νῦν φεύγω, εἴπερ ὑβρισθέντα μηδεμιᾶς δίκης τυχεῖν ἐστί τις συμφορά.