Ancient Greek · ~2 min
Section 60
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 60
Not analysed yet
ἄλλος ἐστὶν Ἀριστείδης Οἰνῇδος φυλῆς, ἠτυχηκώς τι καὶ οὗτος τοιοῦτον, ὃς νῦν μὲν καὶ γέρων ἐστὶν ἤδη καὶ ἴσως ἥττων χορευτής, ἦν δέ ποθʼ ἡγεμὼν τῆς φυλῆς . ἴστε δὲ δήπου τοῦθʼ ὅτι τὸν ἡγεμόνʼ ἂν ἀφέλῃ τις, οἴχεται ὁ λοιπὸς χορός. ἀλλʼ ὅμως πολλῶν χορηγῶν φιλονικησάντων, οὐδεὶς πώποτε τοῦτʼ εἶδε τὸ πλεονέκτημα, οὐδʼ ἐτόλμησε τοῦτον ἐξαγαγεῖν οὐδὲ κωλῦσαι· διὰ γὰρ τὸ δεῖν αὐτὸν ἐπιλαβόμενον τῇ χειρὶ τοῦτο ποιῆσαι καὶ μὴ προσκαλέσασθαι πρὸς τὸν ἄρχοντʼ ἐξεῖναι, ὥσπερ ἂν εἰ ξένον τις ἐξαγαγεῖν ἐβούλετο, ἅπας τις ὤκνει τῆς ἀσελγείας ταύτης αὐτόχειρ ὀφθῆναι γιγνόμενος.