Ancient Greek · ~1 min
Section 64
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 64
Not analysed yet
πάλιν Φιλόστρατον πάντες ἴσμεν τὸν Κολωνῆθεν Χαβρίου κατηγοροῦντα, ὅτʼ ἐκρίνετο τὴν περὶ Ὠρωποῦ κρίσιν θανάτου, καὶ πάντων τῶν κατηγόρων πικρότατον γενόμενον, καὶ μετὰ ταῦτα χορηγοῦντα παισὶν Διονύσια καὶ νικῶντα, καὶ Χαβρίαν οὔτε τύπτοντα οὔτʼ ἀφαρπάζοντα τὸν στέφανον οὔθʼ ὅλως προσιόνθʼ ὅποι μὴ προσῆκεν αὐτῷ.