Ancient Greek · ~1 min
Section 68
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 68
Not analysed yet
ἐχρῆν γὰρ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτʼ ἐγὼ τῆς Πανδιονίδος χορηγὸς ὑπέστην ἐν τῷ δήμῳ, τότε τῆς Ἐρεχθῇδος ἀναστάντα, τῆς ἑαυτοῦ φυλῆς, ἀνθυποστῆναι, καὶ καταστήσανθʼ ἑαυτὸν ἐξ ἴσου καὶ τὰ ὄντʼ ἀναλίσκονθʼ ὥσπερ ἐγώ, οὕτω μʼ ἀφαιρεῖσθαι τὴν νίκην, ὑβρίζειν δὲ τοιαῦτα καὶ τύπτειν μηδὲ τότε.