Ancient Greek
Section 79
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 79
Not analysed yet
καὶ πρῶτον μὲν κατέσχισαν τὰς θύρας τῶν οἰκημάτων, ὡς αὐτῶν ἤδη γιγνομένας κατὰ τὴν ἀντίδοσιν· εἶτα τῆς ἀδελφῆς, ἔτʼ ἔνδον τότε καὶ παιδὸς οὔσης κόρης, ἐναντίον ἐφθέγγοντʼ αἰσχρὰ καὶ τοιαῦθʼ οἷʼ ἂν ἄνθρωποι τοιοῦτοι φθέγξαιντο (οὐ γὰρ ἔγωγε προαχθείην ἂν εἰπεῖν πρὸς ὑμᾶς τῶν τότε ῥηθέντων οὐδέν), καὶ τὴν μητέρα κἀμὲ καὶ πάντας ἡμᾶς ῥητὰ καὶ ἄρρητα κάκʼ ἐξεῖπον· ὃ δʼ οὖν δεινότατον καὶ οὐ λόγος, ἀλλʼ ἔργον ἤδη· τὰς δίκας ὡς αὐτῶν οὔσας ἀφίεσαν τοῖς ἐπιτρόποις.