Ancient Greek · ~1 min
Section 84
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 84
Not analysed yet
οὗτος διαιτῶν ἡμῖν ὁ Στράτων, ἐπειδή ποθʼ ἧκεν ἡ κυρία, πάντα δʼ ἤδη διεξεληλύθει ταῦτα τἀκ τῶν νόμων, ὑπωμοσίαι καὶ παραγραφαί, καὶ οὐδὲν ἔτʼ ἦν ὑπόλοιπον, τὸ μὲν πρῶτον ἐπισχεῖν ἐδεῖτό μου τὴν δίαιταν, ἔπειτʼ εἰς τὴν ὑστεραίαν ἀναβαλέσθαι· τὸ τελευταῖον δʼ, ὡς οὔτʼ ἐγὼ συνεχώρουν οὔθʼ οὗτος ἀπήντα, τῆς δʼ ὥρας ἐγίγνετʼ ὀψέ, κατεδιῄτησεν.