Ancient Greek
Section 89
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 89
Not analysed yet
πάνυ γε, ἀλλὰ δάκνει καὶ τοῦτο, φαίη τις ἄν, ὅταν ἐκτίνειν ἀδίκως δέῃ, συνέβη δʼ ὑπερημέρῳ γενομένῳ λαθεῖν αὐτῷ διὰ τὸ ἀδικηθῆναι. ἀλλʼ αὐθημερὸν μὲν ᾔσθετο, ὃ καὶ μέγιστόν ἐστι τεκμήριον τοῦ μηδὲν ἠδικηκέναι τὸν ἄνθρωπον, δραχμὴν δʼ οὐδέπω μίαν ἐκτέτεικεν.