Ancient Greek · ~1 min
Section 94
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 94
Not analysed yet
λέγε δὴ καὶ τὸν τῶν διαιτητῶν νόμον. ΝΟΜΟΣ Ἐὰν δέ τινες περὶ συμβολαίων ἰδίων πρὸς ἀλλήλους ἀμφισβητῶσι καὶ βούλωνται διαιτητὴν ἑλέσθαι ὁντινοῦν, ἐξέστω αὐτοῖς αἱρεῖσθαι ὃν ἂν βούλωνται . ἐπειδὰν δʼ ἕλωνται κατὰ κοινόν, μενέτωσαν ἐν τοῖς ὑπὸ τούτου διαγνωσθεῖσι, καὶ μηκέτι μεταφερέτωσαν ἀπὸ τούτου ἐφʼ ἕτερον δικαστήριον ταὐτὰ ἐγκλήματα, ἀλλʼ ἔστω τὰ κριθέντα ὑπὸ τοῦ διαιτητοῦ κύρια.