Ancient Greek · ~2 min
Section 70
Demosthenes, κατὰ Νεαίρας 70
Not analysed yet
σὺ δὲ καὶ κέχρησαι ἔφη τῇ ἀνθρώπῳ, καὶ δίκαιος εἶ ἀγαθόν τι ποιῆσαι αὐτήν, καὶ ἄλλους ἐπαγωγοὺς λόγους, οὓς ἄν τις δεόμενος ἐκ πονηρῶν πραγμάτων εἴποι ἄν. ἀκούσαντες δʼ ἀμφοτέρων αὐτῶν οἱ διαιτηταὶ διαλλάττουσιν αὐτούς, καὶ πείθουσι τὸν Ἐπαίνετον χιλίας δραχμὰς εἰσενεγκεῖν εἰς τὴν ἔκδοσιν τῇ θυγατρὶ τῇ Νεαίρας. καὶ ὅτι πάντα ταῦτα ἀληθῆ λέγω, τούτων ὑμῖν μάρτυρας αὐτοὺς τοὺς ἐγγυητὰς καὶ διαιτητὰς γενομένους καλῶ. ΜΑΡΤΥΡΕΣ.