Ancient Greek · ~1 min
Section 1
Demosthenes, κατὰ Ὀλυμπιοδώρου βλάβης 1
Not analysed yet
ἀναγκαῖον ἴσως ἐστίν, ὦ ἄνδρες δικασταί, καὶ τοὺς μὴ εἰωθότας μηδὲ δυναμένους εἰπεῖν εἰσιέναι εἰς δικαστήριον, ἐπειδὰν ὑπό τινος ἀδικῶνται, ἄλλως τε καὶ ὑφʼ ὧν ἥκιστα προσῆκεν ,οἷον καὶ ἐμοὶ νυνὶ συμβαίνει. οὐ βουλόμενος γάρ, ὦ ἄνδρες δικασταί, ἀγωνίζεσθαι πρὸς Ὀλυμπιόδωρον οἰκεῖον ὄντα καὶ ἀδελφὴν τούτου ἔχων, ἠνάγκασμαι διὰ τὸ μεγάλʼ ἀδικεῖσθαι ὑπὸ τούτου.