Ancient Greek · ~1 min
Section 13
Demosthenes, κατὰ Ὀλυμπιοδώρου βλάβης 13
Not analysed yet
διελὼν δʼ ἐγὼ τὰς δύο ταύτας μερίδας, ἔδωκα αἵρεσιν τουτῳὶ Ὀλυμπιοδώρῳ ὁποτέραν βούλεται τῶν μερίδων λαβεῖν, καὶ οὗτος εἵλετο τοὺς φαρμακοτρίβας καὶ τὴν οἰκίσκην· ἐγὼ δʼ ἔλαβον τοὺς σακχυφάντας καὶ τὴν οἰκίαν τὴν ἑτέραν. καὶ ταῦτʼ ἔστιν ἃ ἑκάτερος ἡμῶν εἶχεν.