Ancient Greek · ~1 min
Section 21
Demosthenes, κατὰ Ὀλυμπιοδώρου βλάβης 21
Not analysed yet
καὶ τουτῳὶ Ὀλυμπιοδώρῳ πρόφασις καὶ αὕτη ἐγένετο πρὸς τὸ μὴ ἀποδιδόναι μοι τὸ ἀργύριον, ἐπειδὴ πολλοὶ ἦσαν οἱ ἀμφισβητοῦντες, καὶ ἔφη χρῆναί με περιμεῖναι, ἕως ἂν οἱ ἀγῶνες γένωνται. καὶ ἐμοὶ ἀνάγκη ἦν ταῦτα συγχωρεῖν, καὶ συνεχώρησα.