Ancient Greek · ~1 min
Section 40
Demosthenes, κατὰ Ὀλυμπιοδώρου βλάβης 40
Not analysed yet
πρῶτον μὲν οὖν, ὦ ἄνδρες δικασταί, λέγω ὅτι οὗτος διὰ τοῦτο τοῖς οἰκείοις καὶ τοῖς ἐπιτηδείοις τοῖς ἑαυτοῦ καὶ τοῖς ἐμοῖς, τοῖς εἰδόσιν ἀκριβῶς ἅπαντα ταῦτα τὰ πράγματα ὡς ἔχει καὶ παρηκολουθηκόσιν ἐξ ἀρχῆς, οὐκ ἠθέλησεν ἐπιτρέψαι· ἀκριβῶς ᾔδει ὅτι εὐθὺς παραχρῆμα ὑπʼ αὐτῶν ἐξελεγχθήσεται, ἐάν τι ψεύδηται· νυνὶ δʼ ἴσως ἡγεῖται ψευδόμενος ἐν ὑμῖν λήσειν.