Ancient Greek · ~1 min
Section 43
Demosthenes, κατὰ Ὀλυμπιοδώρου βλάβης 43
Not analysed yet
ἔτι πρὸς τούτοις ἡγεῖ ἄν μʼ ἐπιτρέπειν σοι, Ὀλυμπιόδωρε, ἐν τῷ τελευταίῳ ἀγῶνι τῷ περὶ τοῦ κλήρου, ἢ ἃ ἔλεγες πρὸς τοὺς δικαστάς, εἰκῇ οὑτωσὶ λέγειν, ἢ περὶ ὧν τὰς μαρτυρίας παρέσχου, οὕτως ἂν παρασχέσθαι, εἰ μὴ μετὰ σοῦ κοινῇ συνηγωνιζόμην;