Ancient Greek · ~1 min
Section 49
Demosthenes, κατὰ Ὀλυμπιοδώρου βλάβης 49
Not analysed yet
ταῦτα ἐμοῦ προκαλουμένου οὐκ ἠθέλησεν τούτων οὐδὲν ποιῆσαι, ἀλλʼ οὕτω πεφιλοσόφηκεν ὥστε μὴ εἶναι ὑμᾶς ἀκοῦσαι τῶν συνθηκῶν ἐκ τῶν κοινῶν γραμμάτων. καὶ ὅτι ταῦτα προὐκαλούμην, τούτων ὑμῖν μαρτυρίαν ἀναγνώσεται ὧν ἐναντίον προὐκαλούμην. λέγε τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.