Ancient Greek · ~1 min
Section 58
Demosthenes, κατὰ Ὀλυμπιοδώρου βλάβης 58
Not analysed yet
μάλιστα μὲν τουτονὶ Ὀλυμπιόδωρον πεῖσαι μὴ ἀδικεῖν ἡμᾶς, ἐὰν δʼ ἄρα μὴ ʼθέλῃ πείθεσθαι, ὑμᾶς μεμνημένους ἁπάντων τῶν εἰρημένων ψηφίζεσθαι ὅ τι ἂν ὑμῖν δοκῇ βέλτιστον καὶ δικαιότατον εἶναι. καὶ ταῦτα ποιοῦντες τά τε δίκαια γνώσεσθε καὶ τὰ συμφέροντα ἡμῖν ἅπασιν, οὐχ ἥκιστα δὲ Ὀλυμπιοδώρῳ αὐτῷ τουτῳί.