Ancient Greek · ~1 min
Section 22
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 22
Not analysed yet
οὐκοῦν τῷ παρέχεσθαι μὲν Φορμίωνι, γεγράφθαι δὲ Πασίωνος, εἰᾶσθαι δʼ ὑφʼ ἡμῶν, ἐξελέγχεται κατεσκευασμένη μὲν ἡ διαθήκη, ψευδὴς δʼ ἡ τοῦ Κηφισοφῶντος μαρτυρία. ἀλλʼ ἐῶ Κηφισοφῶντα· οὔτε γὰρ νῦν μοι πρὸς ἐκεῖνόν ἐστιν οὔτʼ ἐμαρτύρησεν ἐκεῖνος περὶ τῶν ἐν ταῖς διαθήκαις ἐνόντων οὐδέν.