Ancient Greek · ~1 min
Section 29
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 29
Not analysed yet
φέρε δὴ δείξω τὴν μίσθωσιν ὑμῖν, καθʼ ἣν ἐμεμίσθωτο τὴν τράπεζαν παρὰ τοῦ πατρὸς οὗτος. καὶ γὰρ ἐκ ταύτης καίπερ ἐσκευωρημένης ὄψεσθʼ ὅτι πλάσμʼ ὅλον ἐστὶν ἡ διαθήκη. δείξω δʼ ἣν οὗτος παρέσχετο μίσθωσιν, οὐκ ἄλλην τινά, ἐν ᾗ προσγέγραπται ἕνδεκα τάλανθʼ ὁ πατὴρ ὀφείλων εἰς τὰς παρακαταθήκας τούτῳ. ἔστι δʼ οἶμαι ταῦτα τοιαῦτα.