Ancient Greek
Section 3
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 3
Not analysed yet
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, πολλῶν χρημάτων ὑπὸ τοῦ πατρὸς καταλειφθέντων μοι, καὶ ταῦτα Φορμίωνος ἔχοντος, καὶ ἔτι πρὸς τούτοις τὴν μητέρα γήμαντος τὴν ἐμὴν ἀποδημοῦντος ἐμοῦ δημοσίᾳ τριηραρχοῦντος ὑμῖν (ὃν τρόπον δέ, οὐκ ἴσως καλὸν υἱεῖ περὶ μητρὸς ἀκριβῶς εἰπεῖν), ἐπειδὴ καταπλεύσας ᾐσθόμην καὶ τὰ πεπραγμένʼ εἶδον, πόλλʼ ἀγανακτήσας καὶ χαλεπῶς ἐνεγκὼν