Ancient Greek · ~2 min
Section 5
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 5
Not analysed yet
ἵνα δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, συντέμω ταῦτα, ἐπειδὴ ποιεῖν τʼ οὐδὲν ᾤετο δεῖν ὧν τόθʼ ὡμολόγησεν, καὶ τὰ χρήματʼ ἀποστερεῖν ἐνεχείρησεν ἃ τῆς τραπέζης εἶχεν ἀφορμήν, δίκην ἠναγκάσθην αὐτῷ λαχεῖν, ἐπειδὴ τάχιστʼ ἐξουσία ἐγένετο. γνοὺς δʼ οὗτος ὅτι πάντʼ ἐξελεγχθήσεται καὶ κάκιστος ἀνθρώπων περὶ ἡμᾶς γεγονὼς ἐπιδειχθήσεται, μηχανᾶται καὶ κατασκευάζει ταῦτα, ἐφʼ οἷς Στέφανος οὑτοσὶ τὰ ψευδῆ μου κατεμαρτύρησε. καὶ πρῶτον μὲν παρεγράψατο τὴν δίκην μὴ εἰσαγώγιμον εἶναι· ἔπειτα μάρτυρας, ὡς ἀφῆκʼ αὐτὸν τῶν ἐγκλημάτων, παρέσχετο ψευδεῖς, καὶ μισθώσεώς τινος ἐσκευωρημένης καὶ διαθήκης οὐδεπώποτε γενομένης.