Ancient Greek · ~2 min
Section 57
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 57
Not analysed yet
ὃ τοίνυν ἔπαθον δεινότατον καὶ ἐφʼ ᾧ μάλιστʼ ἐξεπλάγην ὅτʼ ἠγωνιζόμην, ὦ ἄνδρες δικασταί, τοῦθʼ ὑμῖν εἰπεῖν βούλομαι· τήν τε γὰρ τούτου πονηρίαν ἔτι μᾶλλον ὑμεῖς ὄψεσθε, καὶ ἐγὼ τῶν γεγενημένων ἀποδυράμενος τὰ πλεῖστα πρὸς ὑμᾶς ὡσπερεὶ ῥᾴων ἔσομαι. τὴν γὰρ μαρτυρίαν ἣν ᾤμην εἶναι καὶ διʼ ἧς ἦν ὁ πλεῖστος ἔλεγχός μοι, ταύτην οὐχ ηὗρον ἐνοῦσαν ἐν τῷ ἐχίνῳ.