Ancient Greek · ~1 min
Section 59
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 59
Not analysed yet
οὐ γὰρ ἐξομνύναι ʼθελήσειν αὐτοὺς οἴομαι. ἐὰν δʼ ἄρα τοῦτο ποιήσωσιν ὑπʼ ἀναιδείας, πρόκλησιν ὑμῖν ἀναγνώσεται, ἐξ ἧς τούτους τʼ ἐπιορκοῦντας ἐπʼ αὐτοφώρῳ λήψεσθε, καὶ τοῦτον ὁμοίως ὑφῃρημένον τὴν μαρτυρίαν εἴσεσθε. καίτοι ὅστις, ὦ ἄνδρες Ἀθηναῖοι, κακῶν ἀλλοτρίων κλέπτης ὑπέμεινεν ὀνομασθῆναι, τί ἂν ἡγεῖσθε ποιῆσαι τοῦτον ὑπὲρ αὑτοῦ;