Ancient Greek · ~1 min
Section 69
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 69
Not analysed yet
οὐδὲν οὖν ἄλλʼ ἢ πρόβλημα τοῦ τρόπου τὸ σχῆμα τοῦτʼ ἔστι, καὶ τὸ τῆς διανοίας ἄγριον καὶ πικρὸν ἐνταῦθα δηλοῖ. σημεῖον δέ· τοσούτων γὰρ ὄντων τὸ πλῆθος Ἀθηναίων, πράττων πολὺ βέλτιον ἢ σὲ προσῆκον ἦν, τῷ πώποτʼ εἰσήνεγκας, ἢ τίνι συμβέβλησαί πω, ἢ τίνʼ εὖ πεποίηκας;