Ancient Greek · ~1 min
Section 72
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 72
Not analysed yet
ἐπειδὴ δʼ ὁ πατὴρ ὁ ἡμέτερος τραπεζίτης ὢν ἐκτήσατʼ αὐτὸν καὶ γράμματʼ ἐπαίδευσεν καὶ τὴν τέχνην ἐδίδαξεν καὶ χρημάτων ἐποίησε κύριον πολλῶν, εὐδαίμων γέγονεν, τὴν τύχην, ᾗ πρὸς ἡμᾶς ἀφίκετο, ἀρχὴν λαβὼν πάσης τῆς νῦν παρούσης εὐδαιμονίας.