Ancient Greek · ~2 min
Section 75
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 75
Not analysed yet
καὶ εἰ μὲν πένης οὗτος ἦν, ἡμεῖς δʼ εὐποροῦντες ἐτυγχάνομεν, καὶ συνέβη τι παθεῖν, οἷα πολλά, ἐμοί, οἱ παῖδες ἂν οἱ τούτου τῶν ἐμῶν θυγατέρων ἐπεδικάζοντο, οἱ τοῦ δούλου τῶν τοῦ δεσπότου· θεῖοι γάρ εἰσιν αὐταῖς διὰ τὸ τὴν μητέρα τὴν ἐμὴν τοῦτον λαβεῖν· ἐπειδὴ δʼ ἀπόρως ἡμεῖς ἔχομεν, τηνικαῦτʼ οὐ συνεκδώσει ταύτας, ἀλλὰ λέγει καὶ λογίζεται τὸ πλῆθος ὧν ἐγὼ χρημάτων ἔχω.