Ancient Greek · ~1 min
Section 78
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 78
Not analysed yet
τὰ δʼ εἰς τὴν πόλιν καὶ ὅσʼ εἰς ὑμᾶς, ὡς δύναμαι λαμπρότατα, ὡς ὑμεῖς σύνιστε, ποιῶ· οὐ γὰρ ἀγνοῶ τοῦθʼ ὅτι τοῖς μὲν γένει πολίταις ὑμῖν ἱκανόν ἐστι λῃτουργεῖν ὡς οἱ νόμοι προστάττουσι, τοὺς δὲ ποιητοὺς ἡμᾶς ὡς ἀποδιδόντας χάριν, οὕτω προσήκει φαίνεσθαι λῃτουργοῦντας. μὴ οὖν μοι ταῦτʼ ὀνείδιζε, ἐφʼ οἷς ἐπαίνου τύχοιμʼ ἂν δικαίως.