Ancient Greek · ~2 min
Section 82
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 82
Not analysed yet
εἶτα κακῶς ἡμᾶς ἔλεγες καὶ τὸν ἡμέτερον πατέρʼ ἐξήταζες ὅστις ἦν; ἐφʼ οἷς τίς οὐκ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπῶς ἤνεγκεν; ἐγὼ γάρ, εἰ πάντων τῶν ἄλλων ὑμῶν ἔλαττον προσήκει μοι φρονεῖν, τούτου γε μεῖζον οἶμαι, καὶ τούτῳ γʼ εἰ μηδενὸς τῶν ἄλλων ἔλαττον, ἐμοῦ γʼ ἔλαττον· ὄντων γὰρ ἡμῶν τοιούτων ὁποίους τινὰς ἂν σὺ κατασκευάσῃς τῷ λόγῳ, σὺ δοῦλος ἦσθα.