Ancient Greek · ~2 min
Section 11
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 11
Not analysed yet
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, περὶ τῆς μαρτυρίας τῆς ἐν τῷ γραμματείῳ γεγραμμένης εἰδὼς ὄντα μοι τὸν ἀγῶνα, καὶ περὶ τούτου τὴν ψῆφον ὑμᾶς οἴσοντας ἐπιστάμενος, ᾠήθην δεῖν μηδὲν ἄλλο τούτου πρότερον ἢ τοῦτον προκαλούμενος ἐλέγξαι. καὶ τί ποιῶ; παραδοῦναι παῖδʼ ἤθελον αὐτῷ γράμματʼ ἐπιστάμενον βασανίζειν, ὃς παρῆν ὅθʼ ὡμολόγει ταῦθʼ οὗτος, καὶ τὴν μαρτυρίαν ἔγραφεν, οὐδὲν ὑφʼ ἡμῶν κελευσθεὶς κακοτεχνεῖν, οὐδὲ τὸ μὲν γράφειν, τὸ δʼ ἀφαιρεῖν ὧν οὗτος εἰρήκει περὶ τούτων, ἀλλʼ ἁπλῶς ὑπὲρ τοῦ πάντα τἀληθῆ καὶ τὰ τούτῳ ῥηθέντα γράψαι.