Ancient Greek · ~2 min
Section 29
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 29
Not analysed yet
οὐχ ὅτι τὸν Μιλύαν ἐκώλυον βασανίζειν, οὐδʼ ὅτι τοῦτον ἐλεύθερον ὡμολόγησεν, οἱ δὲ μάρτυρες οἵδʼ ἐμαρτύρησαν, ἀλλʼ ὅτι πολλὰ τῶν ἐμῶν ἐξηλέγχθη λαβὼν καὶ τὸν οἶκον οὐκ ἐμίσθωσεν τῶν νόμων κελευόντων καὶ τοῦ πατρὸς ἐν τῇ διαθήκῃ γράψαντος, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω· ταῦτα μὲν γὰρ ἦν πᾶσιν ἰδεῖν, οἱ νόμοι καὶ τὸ πλῆθος ὧν οὗτοι διηρπάκεσαν χρημάτων· τὸν Μιλύαν δʼ οὐδʼ ὅστις ἔστιν οὐδεὶς ᾔδει. γνώσεσθε δʼ ἐκ τῶν ἐγκεκλημένων ὅτι ταῦθʼ οὕτως ἔχοντʼ ἐστίν.