Ancient Greek
Section 32
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 32
Not analysed yet
σκοπεῖτε τοίνυν παρʼ ὑμῖν αὐτοῖς, εἴ τις ἂν ὑμῖν ἢ ῥήτωρ ἢ σοφιστὴς ἢ γόης οὕτω θαυμάσιος δοκεῖ γενέσθαι καὶ λέγειν δεινός, ὥστʼ ἐκ ταύτης τῆς μαρτυρίας διδάξαι τινʼ ἀνθρώπων, ὡς ἔχει τὴν προῖκʼ Ἄφοβος τῆς μητρὸς τῆς ἑαυτοῦ. καὶ τί λέγων, ὦ πρὸς Διός; ὡμολόγησεν εἶναι Μιλύαν ἐλεύθερον; καὶ τί μᾶλλον ἔχων τὴν προῖκα; οὐδὲν ἂν δήπου διὰ τοῦτό γε δόξειεν.