Ancient Greek · ~1 min
Section 37
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 37
Not analysed yet
περὶ τοίνυν τῶν κλινοποιῶν, εἰ σὺ λαβὼν ἀργύριον καὶ πόλλʼ ἰδίᾳ κερδάνας ἐπὶ τοῖς ἐμοῖς δανείζων, ὃν καὶ τοὺς ἄλλους προσῆκε κωλύειν, εἶτʼ ἀφανεῖς πεποίηκας, τί σοι ποιήσωσιν οἱ μάρτυρες; οὐ γὰρ οὗτοί γε μεμαρτυρήκασιν, ὡς ὡμολόγεις ἐπὶ τοῖς ἐμοῖς δανείζειν καὶ λαβεῖν τἀνδράποδʼ ὡς σαυτόν, ἀλλʼ ἐν τῷ λόγῳ τοῦτʼ ἔγραψας σύ, κατεμαρτύρησαν δʼ οἱ μάρτυρες.