Ancient Greek · ~2 min
Section 42
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 42
Not analysed yet
πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν σὴν πονηρίαν, μάλιστα δʼ εἰ περὶ τῆς διαθήκης ἀκούσειεν. τοῦ γὰρ πατρός, ὦ ἄνδρες δικασταί, τὰ καταλειφθέντα πάντʼ ἐν τῇ διαθήκῃ γράψαντος, καὶ τὸν οἶκον ὅπως μισθώσουσιν, ταύτην μὲν οὐκ ἀπέδωκεν, ἵνα μὴ τὸ πλῆθος εὕροιμʼ ἐγὼ τῶν χρημάτων ἐξ αὐτῆς, ὡμολόγει δὲ ταῦτα, ἃ μάλιστʼ οὐχ οἷόν τʼ ἦν ἐξάρνῳ γενέσθαι διὰ τὴν περιφάνειαν.