Ancient Greek
Section 46
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 46
Not analysed yet
περὶ δὲ τοῦ μὴ καταλειφθῆναι τὰ χρήματʼ ἔνδον, βούλομαι σαφῶς ὑμῖν ἐπιδεῖξαι ψευδόμενον. τοῦτον γὰρ τὸν λόγον καθεῖκεν, ἐπειδὴ τὰ χρήματα μὲν πολλὰ πέφηνεν ὄντα, οὐκ ἔχει δʼ ἐπιδεῖξαι ταῦθʼ ὡς ἀποδέδωκεν, ἵνʼ ἐξ εἰκότος οὐδὲν προσῆκον ἡμῖν φανῇ κομίζεσθαι τά γʼ ὄντα παρʼ ἡμῖν.