Ancient Greek · ~2 min
Section 48
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 48
Not analysed yet
ἔτι δὲ τοῦτον, εἴ τι τούτων ἀληθὲς ἦν, οἴεσθʼ οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρός; ὃς τὴν μὲν προῖκʼ αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων ὡς αὐτῇ συνοικήσων, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρʼ ἔγημεν διʼ αἰσχροκερδίαν, ἵνα πρὸς αἷς εἶχεν παρʼ ἡμῶν, ἑτέρας ὀγδοήκοντα μνᾶς λάβοι παρʼ ἐκείνου· τεττάρων δὲ ταλάντων ἔνδον ὄντων καὶ ταῦτʼ ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθʼ αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετʼ ἐκείνης αὐτῶν κύριον;