Ancient Greek · ~2 min
Section 60
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 60
Not analysed yet
χρόνον δὲ τοσοῦτον τὰ χρήματα ταῦτʼ ἐπιτροπεύσας, ὑπὲρ ὧν τηλικαύτην αὐτὸς εἰσφορὰν ἠξίου εἰσφέρειν, ἐμοὶ μὲν τὸ καθʼ αὑτὸν οὐδʼ εἴκοσι μνῶν ἄξια παρέδωκεν, μετὰ δʼ ἐκείνων ὅλα τὰ κεφάλαια καὶ τὰς ἐπικαρπίας ἀπεστέρηκεν. θέντες οὖν οἱ δικασταὶ τοῖς πᾶσι χρήμασιν οὐκ ἐφʼ ὅσῳ μισθοῦσιν τοὺς οἴκους τόκον, ἀλλʼ ὃς ἦν ἐλάχιστος, ηὗρον τὸ σύμπαν πλέον ἢ τριάκοντα τάλαντʼ αὐτοὺς ἀποστεροῦντας· διὸ τούτῳ τῶν δέκα ταλάντων ἐτίμησαν.