Ancient Greek · ~1 min
Section 9
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 9
Not analysed yet
τῶν μαρτυριῶν ὅσαι μὲν αὐτοῦ χρήματʼ ἔχειν κατεμαρτύρουν, ᾔδει σαφῶς ὅτι τοσούτῳ μᾶλλον ἐξελεγχθήσεται ταῦτʼ ἔχων, ὅσῳ πλείων λόγος δοθήσεται καθʼ ἓν περὶ ἑκάστου. τοῦτο δʼ ἔμελλεν ἐν τῇ τῶν ψευδομαρτυρίων ἔσεσθαι κρίσει· ὃ γὰρ τότʼ ἐν μικρῷ μέρει τινὶ τοῦ παντὸς ὕδατος μετὰ τῶν ἄλλων κατηγορήσαμεν, νῦν πρὸς ἅπαν τὸ ὕδωρ αὐτὸ καθʼ αὑτὸ διδάξειν ἐμέλλομεν.