Ancient Greek · ~1 min
Section 16
Demosthenes, ἔνδειξις κατὰ Θεοκρίνου 16
Not analysed yet
φήσει τοίνυν τὸν πάππον, οὐχ αὑτὸν εἶναι τὸν ἐν τῷ γραμματείῳ γεγραμμένον, καὶ περὶ τούτου πολλοὺς ἐρεῖ λόγους, ὡς ἐκεῖνός ἐστιν. ἐγὼ δὲ τὸ μὲν ἀκριβές, ὁπότερός ἐστιν, οὐκ ἔχω λέγειν· εἰ δʼ οὖν ἐστιν ὡς οὗτος ἐρεῖ, πολὺ δικαιότερον εἶναι νομίζω καταψηφίσασθαι ὑμᾶς αὐτοῦ, εἰ ταῦθʼ οὕτως ἐστίν.