Ancient Greek · ~1 min
Section 21
Demosthenes, ἔνδειξις κατὰ Θεοκρίνου 21
Not analysed yet
καί μοι λέγε τόν τε νόμον, ὃς κελεύει τὸ ἥμισυ τοῦ τιμήματος ὀφείλειν τῷ δημοσίῳ ὃς ἂν δόξῃ μὴ δικαίως εἰς τὴν ἐλευθερίαν ἀφελέσθαι, καὶ τὴν τοῦ Κηφισοδώρου μαρτυρίαν. ΝΟΜΟΣ. ΜΑΡΤΥΡΙΑ. λέγε δὴ κἀκεῖνον τὸν νόμον τὸν ἀπʼ ἐκείνης κελεύοντα τῆς ἡμέρας ὀφείλειν ἀφʼ ἧς ἂν ὄφλῃ, ἐάν τε ἐγγεγραμμένος ᾖ, ἐάν τε μή. ΝΟΜΟΣ.