Ancient Greek · ~1 min
Section 33
Demosthenes, ἔνδειξις κατὰ Θεοκρίνου 33
Not analysed yet
εἰ τοίνυν εὔπορος ἦν ὁ πατήρ, ὦ ἄνδρες δικασταί, καὶ δυνατὸς πορίσαι χιλίας δραχμάς, ὅλως ἂν ἀπηλλάγη τῆς γραφῆς τῆς τῶν παρανόμων· τοσοῦτον γὰρ αὐτὸν ᾔτει οὑτοσί. καί μοι κάλει Φιλιππίδην τὸν Παιανιέα, πρὸς ὃν ἔλεγε ταῦτα Θεοκρίνης οὑτοσί, καὶ τοὺς ἄλλους οἳ συνίσασιν τούτῳ ταῦτα λέγοντι. ΜΑΡΤΥΡΕΣ.