Ancient Greek · ~2 min
Section 35
Demosthenes, ἔνδειξις κατὰ Θεοκρίνου 35
Not analysed yet
κάλει μοι Ἀριστόμαχον Κριτοδήμου Ἀλωπεκῆθεν. οὗτος γὰρ ἔδωκεν, μᾶλλον δʼ ἐν τῇ τούτου οἰκίᾳ ἐδόθη τρίʼ ἡμίμναια τούτῳ τῷ ἀδωροδοκήτῳ ὑπὲρ τοῦ ψηφίσματος ὃ Ἀντιμέδων ἔγραψε τοῖς Τενεδίοις. ΜΑΡΤΥΡΙΑ. λέγε δὴ καὶ τὰς τῶν ἄλλων ἐφεξῆς τὰς τοιαύτας μαρτυρίας, καὶ τὴν Ὑπερείδου καὶ Δημοσθένους. τοῦτο γάρ ἐστιν ὑπερβολή, τὸ παρʼ ὧν οὐδʼ ἂν εἷς ἀξιώσαι λαβεῖν, τοῦτον παρὰ τούτων ἥδιστα λαμβάνειν πωλοῦντα τὰς γραφάς. ΜΑΡΤΥΡΙΑΙ.