Ancient Greek · ~1 min
Section 46
Demosthenes, ἔνδειξις κατὰ Θεοκρίνου 46
Not analysed yet
πότερον ἐγράψατο ἂν παρανόμων τὸν ταῦτʼ εἰπόντα, ἢ οὔ; εἰ μὲν γὰρ μή ,πῶς χρὴ πιστεύειν αὐτῷ λέγοντι, ὡς φυλάττει τοὺς παράνομα γράφοντας; εἰ δʼ ἐγράψατʼ ἄν, πῶς οὐ δεινόν ἐστιν ἑτέρου μὲν γράψαντος κωλύειν ἂν τέλος ἔχειν τὸ ψήφισμα, ἵνα μὴ πάντες τοῦτο ποιῶσι, καὶ γραφὴν ἀπενεγκόντα παραγραψάμενον σαφῶς τοὺς νόμους κωλύειν τὸ πρᾶγμα,