Ancient Greek · ~2 min
Section 49
Demosthenes, ἔνδειξις κατὰ Θεοκρίνου 49
Not analysed yet
ὥσπερ ὑμᾶς ἀγνοήσοντας τὸν νόμον, ὃς ὀφείλειν κελεύει ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἀφʼ ἧς ἂν ὄφλῃ ἢ παραβῇ τὸν νόμον ἢ τὸ ψήφισμα, ἢ οὐ πᾶσι δῆλον ὂν ὅτι πολλαχῶς καὶ ὀφείλουσι τῷ δημοσίῳ καὶ ἐκτίνουσιν οἱ βουλόμενοι τοῖς νόμοις πείθεσθαι, καὶ τοῦτο ἐξ αὐτοῦ τοῦ νόμου δῆλον. καί μοι πάλιν λαβὲ τὸν νόμον τοῦτον. ΝΟΜΟΣ. ἀκούεις, ὦ μιαρὸν σὺ θηρίον, ὅ τι κελεύει; ἀφʼ ἧς ἂν ὄφλῃ ἢ τὸν νόμον παραβῇ.