Ancient Greek · ~1 min
Section 51
Demosthenes, ἔνδειξις κατὰ Θεοκρίνου 51
Not analysed yet
τί οὖν οὐκ ἀγραφίου με, φήσει, γράφει, τὸν ὀφείλοντα καὶ μὴ ἐγγεγραμμένον; ὅτι ὁ νόμος οὐ κατὰ τῶν ὀφειλόντων καὶ μὴ ἐγγραφέντων κελεύει τὰς γραφὰς τοῦ ἀγραφίου εἶναι, ἀλλʼ οἵτινες ἂν ἐγγραφέντες καὶ μὴ ἐκτείσαντες τῇ πόλει τὸ ὄφλημα ἐξαλειφθῶσι. καί μοι λαβὲ τὸν νόμον καὶ ἀνάγνωθι. ΝΟΜΟΣ.