Ancient Greek · ~1 min
Section 57
Demosthenes, ἔνδειξις κατὰ Θεοκρίνου 57
Not analysed yet
περὶ μὲν οὖν τῶν νόμων καὶ τοῦ πράγματος οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· ἱκανῶς γάρ μοι δοκεῖτε μεμαθηκέναι. βούλομαι δὲ δεηθεὶς ὑμῶν τὰ δίκαιʼ ὑπὲρ ἐμαυτοῦ καὶ τοῦ πατρὸς καταβαίνειν καὶ μὴ ἐνοχλεῖν ὑμῖν. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, βοηθεῖν οἰόμενος δεῖν τῷ πατρὶ καὶ τοῦτο δίκαιον εἶναι νομίζων,